Κυριακή 12 Νοεμβρίου 2017

Μάχη στο Δημητρίτζι - 1185



Ἐπεὶ δ᾿ εἰς ἕνα χῶρον συνήλθοσαν ἀμφότερα τὰ στρατεύματα (ἦν δὲ οὗτος ὁ τοῦ Δημητρίτζη λεγόμενος τόπος), τότε δὴ μᾶλλον οἱ Σικελοὶ καθυπέδειξαν ὃ πεπόνθασι δείλανδρον. συμβάσεων γὰρ ἐμέμνηντο καὶ τούτων ἕνεκα διεκηρυκεύοντο πρὸς Βρανᾶν. καὶ τὰ μὲν πρῶτα Ῥωμαίοις ἥνδανε τὰ αἰτούμενα·

μετὰ βραχὺ δ᾿ οὐκέτ᾿ αὐτοὶ γεγονότες, ἀλλὰ δόλον εἶναι ὑποτοπάσαντες τὰ παρὰ τῶν ἀντιπάλων προβαλλόμενα, ἢ εἰ μὴ τοῦτο, δειλίαν γοῦν ἐκ τοῦ ἀναμφιλέκτου πρόδηλον, μὴ πολέμου ἀναμείναντες σύνθημα, μὴ σάλπιγγος ἠχὴν μήτε τι ἕτερον παράγγελμα τῶν ὅσα στρατηγοῖς εἴθισται ποιεῖν πρὸ τῶν συμπλοκῶν, προσβάλλουσι τοῖς πολεμίοις τὰ ξίφη γυμνώσαντες. οἱ δὲ μέχρι μέν τινος εὐθαρσῶς καὶ ἀνδρείως τὴν τῶν Ῥωμαίων ἐμβολὴν ἐδέξαντο καὶ καμπάς τινας καὶ ἑλίξεις ὁ πόλεμος ἔλαβε· τέλος δὲ πρὸς τὸ ὑπεράγαν ἔνθερμον τῆς Ῥωμαϊκῆς ὁρμῆς ὑπενδόντες ἔκλιναν εἰς τροπὴν καὶ ἀκόσμως ἔφευγον. ὅθεν καταλαμβανόμενοι ἀνῃροῦντο, ἐζωγροῦντο, ὠθοῦντο κατὰ ποταμοῦ τοῦ Στρυμόνος, ἐλαφυραγωγοῦντο, ἐσκυλεύοντο. 

ἤγετο δὲ ἑβδόμη τοῦ Νοεμβρίου μηνὸς καὶ περὶ δείλην ἦν τῆς ἡμέρας, ὁπότε ταῦτα ἐγίνετο.